Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.65 Dem. 58.68 (English) >>Dem. 59.1

58.67ὑπὲρ ἧς Ἀριστοκράτης Σκελίου, θεῖος ὢν Ἐπιχάρους τοῦ πάππου τοῦ ἐμοῦ, οὗ ἔχει ἁδελφὸς οὑτοσὶ τοὔνομα, πολλὰ καὶ καλὰ διαπραξάμενος ἔργα πολεμούσης τῆς πόλεως Λακεδαιμονίοις, κατασκάψας τὴν Ἠετιώνειαν, εἰς ἣν Λακεδαιμονίους ἔμελλον οἱ περὶ Κριτίαν ὑποδέχεσθαι, καθεῖλε μὲν τὸ ἐπιτείχισμα, κατήγαγε δὲ τὸν δῆμον κινδυνεύων αὐτὸς οὐ τοιούτους κινδύνους, ἀλλʼ ἐν οἷς καὶ παθεῖν τι καλόν ἐστιν, ἔπαυσε δὲ τοὺς ἐπιβουλεύοντας ὑμῖν. 58.68διʼ ὅν, εἰ Θεοκρίνῃ τουτῳὶ ὅμοιοι ὄντες ἐτυγχάνομεν, εἰκότως ἐσῴζετʼ ἂν ἡμᾶς, μὴ ὅτι βελτίους ὄντας τούτου καὶ δίκαια λέγοντας. οὐ γὰρ πολλάκις ὑμᾶς ταῦτα λέγοντες ἐνοχλήσομεν· οὕτως γὰρ ἡμᾶς οὗτος διατέθηκεν ὥστε, ὅπερ ἐξ ἀρχῆς εἶπον, μηδʼ ἐλπίδʼ ἡμῖν εἶναι μηδεμίαν τοῦ μετασχεῖν τῆς καὶ τοῖς ξένοις δεδομένης παρρησίας. 58.69ἵνʼ οὖν, εἰ καὶ μηδὲν ἄλλο, ταύτην γε ἔχωμεν παραψυχήν, τὸ καὶ τοῦτον ὁρᾶν ἡσυχίαν ἄγοντα, βοηθήσαθʼ ἡμῖν, ἐλεήσατε τοὺς ὑπὲρ τῆς πατρίδος ἡμῶν τετελευτηκότας, ἀναγκάσατʼ αὐτὸν ὑπὲρ αὐτῆς τῆς ἐνδείξεως ἀπολογεῖσθαι, καὶ τοιοῦτοι γένεσθʼ αὐτῷ δικασταὶ τῶν λεγομένων οἷος ἡμῶν οὗτος ἐγένετο κατήγορος, 58.70ὃς ἐξαπατήσας τοὺς δικαστὰς οὐκ ἠθέλησε τιμήσασθαι μετρίου τινὸς τιμήματος τῷ πατρὶ τῷ ἐμῷ, πολλὰ ἐμοῦ δεηθέντος καὶ τοῦτον ἱκετεύσαντος πρὸς τῶν γονάτων, ἀλλʼ ὥσπερ τὴν πόλιν προδεδωκότι τῷ πατρὶ δέκα ταλάντων ἐτιμήσατο. δεόμεθʼ οὖν ὑμῶν, ἀντιβολοῦμεν, τὰ δίκαια ψηφίζεσθε.

βοήθησον ἡμῖν δεῖνα, εἴ τι ἔχεις, καὶ σύνειπε. ἀνάβηθι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 58.65 Dem. 58.68 (English) >>Dem. 59.1

Powered by PhiloLogic